TLG 0286 001 :: CARMEN ASTROLOGICUM :: Fragmentum CARMEN ASTROLOGICUM Astrol. Fragmentum Citation: (Line) | ||
Ἑπτὰ πολυπλανέες κατ’ Ὀλύμπιον ἀστέρες οὐδόν εἱλεῦνται, μετὰ †τοῖσιν ἀεὶ δ’ ἐπινήσεται† αἰών· νυκτιφανὴς Μήνη, στυγνὸς Κρόνος, Ἥλιος ἡδύς, παστοφόρος Παφίη, θρασὺς Ἄρης, εὔπτερος Ἑρμῆς, | ||
5 | καὶ Ζεὺς ἀρχιγένεθλος, ἀφ’ οὗ φύσις ἐβλάστησεν. οἱ δ’ αὐτοὶ μερόπων ἔλαχον γένος, ἔστι δ’ ἐν ἡμῖν Μήνη Ζεὺς Ἄρης Παφίη Κρόνος Ἥλιος Ἑρμῆς· τοὔνεκ’ ἀπ’ αἰθερίου μεμερίσμεθα πνεύματος ἕλκειν δάκρυ γέλωτα χόλον γένεσιν λόγον ὕπνον ὄρεξιν. | |
---|---|---|
10 | δάκρυ μέν ἐστι Κρόνος, Ζεὺς 〈δ’〉 ἡ γένεσις, λόγος Ἑρμῆς, | |
θυμὸς Ἄρης, Μήνη δ’ ἄρ’ ὕπνος, Κυθέρεια δ’ ὄρεξις, Ἠέλιός τε γέλως· τούτῳ γὰρ ἅπασα δικαίως | 43 | |
καὶ θνητὴ διάνοια γελᾷ καὶ κόσμος ἀπείρων. | 44 |